Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 4.118.4 Hdt. 4.119.4 (English) >>Hdt. 4.121.1

4.119.2εἰ μὲν μὴ ὑμεῖς ἔατε οἱ πρότεροι ἀδικήσαντες Πέρσας καὶ ἄρξαντες πολέμου, τούτων δεόμενοι τῶν νῦν δέεσθε λέγειν τε ἂν ἐφαίνεσθε ἡμῖν ὀρθά, καὶ ἡμεῖς ὑπακούσαντες τὠυτὸ ἂν ὑμῖν ἐπρήσσομεν. 4.119.3 νῦν δὲ ὑμεῖς τε ἐς τὴν ἐκείνων ἐσβαλόντες γῆν ἄνευ ἡμέων ἐπεκρατέετε Περσέων ὅσον χρόνον ὑμῖν θεὸς παρεδίδου, καὶ ἐκεῖνοι, ἐπεί σφεας ὡυτὸς θεὸς ἐγείρει, τὴν ὁμοίην ὑμῖν ἀποδιδοῦσι. 4.119.4 ἡμεῖς δὲ οὔτε τι τότε ἠδικήσαμεν τοὺς ἄνδρας τούτους οὐδὲν οὔτε νῦν πρότεροι πειρησόμεθα ἀδικέειν. ἢν μέντοι ἐπίῃ καὶ τὴν ἡμετέρην ἄρξῃ τε ἀδικέων, καὶ ἡμεῖς οὐ πεισόμεθα, noteμέχρι δὲ τοῦτο ἴδωμεν, μενέομεν παρʼ ἡμῖν αὐτοῖσι· ἥκειν γὰρ δοκέομεν οὐκ ἐπʼ ἡμέας Πέρσας ἀλλʼ ἐπὶ τοὺς αἰτίους τῆς ἀδικίης γενομένους.”

ch. 120 4.120.1 ταῦτα ὡς ἀπενειχθέντα ἐπύθοντο οἱ Σκύθαι, ἐβουλεύοντο ἰθυμαχίην μὲν μηδεμίαν ποιέεσθαι ἐκ τοῦ ἐμφανέος, ὅτε δὴ σφι οὗτοι γε σύμμαχοι οὐ προσεγίνοντο, ὑπεξιόντες δὲ καὶ ὑπεξελαύνοντες τὰ φρέατα τὰ παρεξίοιεν αὐτοὶ καὶ τὰς κρήνας συγχοῦν, τὴν ποίην τε ἐκ τῆς γῆς ἐκτρίβειν, διχοῦ σφέας διελόντες. 4.120.2 καὶ πρὸς μὲν τὴν μίαν τῶν μοιρέων, τῆς ἐβασίλευε Σκώπασις, προσχωρέειν Σαυρομάτας· τούτους μὲν δὴ ὑπάγειν, ἢν ἐπὶ τοῦτο τράπηται Πέρσης ἰθὺ Τανάιδος ποταμοῦ παρὰ τὴν Μαιῆτιν λίμνην ὑποφεύγοντας, ἀπελαύνοντος τε τοῦ Πέρσεω ἐπιόντας διώκειν. αὕτη μέν σφι μία ἦν μοῖρα τῆς βασιληίης, τεταγμένη ταύτην τὴν ὁδὸν περ εἴρηται·



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 4.118.4 Hdt. 4.119.4 (English) >>Hdt. 4.121.1

Powered by PhiloLogic